Προσευχή Αγίου Ιωάννου Χρυσοστόμου

Κύριε, μή στερήσης με τῶν ἐπουρανίων σου καί αἰωνίων ἀγαθῶν.

Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων.

Κύριε, εἴτε λόγω εἴτε ἔργω εἴτε κατά νοῦν καί διάνοιαν ἥμαρτον, συγχώρησόν μοι.

Κύριε, λύτρωσαί με ἀπό πάσης ἀνάγκης καί ἀγνοίας καί λήθης καί ραθυμίας καί τῆς λιθώδους ἀναισθησίας.

Κύριε, λύτρωσαί με ἀπό παντός πειρασμοῦ καί ἐγκαταλείψεως.

Κύριε, φώτισον τήν καρδίαν μου, ἥν ἐσκότισεν ἡ πονηρά ἐπιθυμία.

Κύριε, ἐγώ μέν ὡς ἄνθρωπος ἁμαρτάνω , σύ δέ ὡς Θεός ἐλέησόν με.

Κύριε, ἴδε τήν ἀσθενεία τῆς ψυχῆς μου καί πέμψον τήν χάριν σου εἰς βοήθειάν μου, ἵνα ἐν ἐμοί δοξασθῆ τό ὄνομά σου τό ἅγιον.

Κύριε Ἰησοῦ Χριστέ, ἔγγραψον τό ὄνομα τοῦ δούλου σου ἐν βίβλω ζωῆς, χαριζόμενός μοι καί τέλος ἀγαθόν.

Κύριε ὁ Θεός μου, οὐκ ἐποίησα οὐδέν ἀγαθόν ἀλλ’ ἀρξαίμην ποτέ τῇ εὐσπλαγχία σου.

Κύριε, βρέξον εἰς τήν καρδίαν μου τήν δρόσον τῆς χάριτός σου.

Κύριε ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς, μνήσθητί μου τοῦ ἁμαρτωλοῦ, τοῦ αἰσχροῦ, τοῦ πονηροῦ καί βεβήλου κατά τό μέγα ἔλεός σου, ὅταν ἔλθης ἐν τῇ βασιλεία σου.

Κύριε, ἐν μετανοία με παράλαβε καί μή ἐγκαταλίπης με.

Κύριε, μή εἰσενέγκης με εἰς πειρασμόν.

Κύριε, δός μοι ἔννοιαν ἀγαθήν.

Κύριε, δός μοι δάκρυον καί μνήμην θανάτου καί κατάνυξιν.

Κύριε, δός μοι τῶν λογισμῶν μου ἐξαγόρευσιν.

Κύριε, δός μοι ταπείνωσιν, ἐκκοπήν θελήματος καί ὑπακοήν.

Κύριε, δός μοι ὑπομονήν, μακροθυμίαν καί πραότητα.

Κύριε, ἐμφύτευσον ἐν ἐμοί τήν ρίζαν τῶν ἀγαθῶν, τόν φόβον σου.

Κύριε, ἀξίωσόν με ἀγαπᾶν σε ἐξ ὅλης τῆς ψυχῆς μου καί τῆς διανοίας μου καί τῆς καρδίας, καί τηρεῖν ἐν πᾶσι τό θέλημά σου.

Κύριε, σκέπασόν με ἀπό τε ἀνθρώπων πονηρῶν καί δαιμόνων καί παθῶν καί ἀπό παντός μή προσήκοντος πράγματος.

Κύριε, ὡς κελεύεις, Κύριε, ὡς γινώσκεις, Κύριε, ὡς βούλει γενηθήτω τό θέλημά σου ἐν ἐμοί.

Κύριε, τό σόν θέλημα γενέσθω καί μή τό ἐμόν, πρεσβείαις καί ἱκεσίαις τῆς Παναγίας Θεοτόκου καί πάντων τῶν Ἁγίων σου ὅτι εὐλογητός εἶ εἰς τούς αἰώνας.

Ἀμήν.